Παρασκευή 25 Απριλίου 2008

Τὸ Εὐαγγέλιον τοῦ Ἑσπερινοῦ τοῦ Πάσχα (Ἀγάπη) Πρωτότυπο-Ὁμηρικὸ

Τὸ Εὐαγγέλιον (Ἰω. κεφ. κ´ 19-25)

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου,
Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Σοφία. Ὀρθοί.
Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.

Πρόσχωμεν.

19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ
τῇ μιᾷ σαββάτων,
καὶ τῶν θυρῶν κεκλεισμένων
ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι
διὰ τὸν φόβον τῶν Ἰουδαίων,
ἦλθεν ὁ Ἰησοῦς
καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς·
Εἰρήνη ὑμῖν.
20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας
καὶ τὴν πλευρὰν αὐτοῦ.
ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον.
21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν·
Εἰρήνη ὑμῖν.
καθὼς ἀπέσταλκέ με ὁ πατήρ,
κἀγὼ πέμπω ὑμᾶς.
22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς·
Λάβετε Πνεῦμα ἅγιον·
23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς,
ἄν τινων κρατῆτε, κεκράτηνται.
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος,
οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς.
25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί·
Ἑωράκαμεν τὸν Κύριον.
ὁ δὲ εἶπεν αὐτοῖς·
Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων,
καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων,
καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ,
οὐ μὴ πιστεύσω.


Ὁμηρικὸ κατὰ τὸν Ὅσιο Νικόδημο τὸν Ἁγιορείτη
(μελοποιημένο σὲ ἡρωϊκὸ ἑξάμετρο)


Ὄφρα κε νωιτέροισιν ἐν οὔασι πάγχυ βάλωμεν,
Θέσφατον, ἱμερόεσσαν, ἁγνήν, Εὐάγγελον ὄππα,
Μειλίξωμεν Ἄνακτα Θεόν, μέγαν, οὐρανίωνα.
Ἰθυγενεῖς· Σοφίη.
Εὐαγγελίοιο κλύωμεν.

Εἰρήνη χαρίεσσ᾿ ἐπ᾿ ἀπείρονα δῆμον ἐσεῖται.

Ἐκ δ᾿ ἀρ᾿ ᾿Ιωάνοιο, τόδ᾿ ἔστι βροντογόνοιο.

Ἀλλ᾿ ἄγετ᾿ ἀτρεμέσι χρησμούς λεύσωμεν ὀπωπαῖς.
Εὖτε δή ἠέλιος φαέθων ἐπὶ ἕσπερον ἦλθε.
Καὶ σκιόωντο ἀγυιαί, ἐπὶ χθονὶ πολυβοτείρη,
Ἤματι ἐν πρώτῳ, ὅτε τύμβου ἆλτο Σαωτήρ,
Κληϊσταὶ δὲ ἔσαν θυρίδες πυκινῶς ἀραρυῖαι,
Βλῆντο δὲ πάντες ὀχῆες ἐϋσταθέος μεγάροιο
Ἔνθα μαθηταί, ὁμοῦ τε ἀολλέες ἠγερέθοντο,
Μυρόμενοι θανάτῳ ἐπ᾿ ἀεικέϊ Χριστοῦ Ἄνακτος,
Καὶ χόλον ἀφραίνοντα ᾿Ιουδαίων τρομέοντες,
Ἤλυθε δὴ τότε Χριστὸς Ἄναξ θεοειδέϊ μορφῇ
Ἔστη δ᾿ ἐν μεσσάτῳ ἀναφανδόν, καὶ φάτο μῦθον.
Εἰρήνη ὑμῖν φίλη, ἡσυχίη τ᾿ ἐρατεινή.
Ὡς εἰπών, ἐπέδειξεν ἐὴν πλευρὴν ἠδὲ χεῖρας·
Γήθησαν δὲ μαθηταί, ἐπί ἴδον Εὐρυμέδοντα.
Τούς δ᾿ αὖτις προσέειπεν Ἰησοῦς οὐρανοφοίτης·
Εἰρήνη ὑμῖν φίλη, ἡσυχίη τ᾿ ἐρατεινή·
Ὡς ἐμὲ πέμψε Πατήρ, ὅς ὑπέρτατα δωμᾶτα ναίει,
Ὧδ᾿ ἐγὼ ὑμέας εἰς χθόνα πέμπω εὐρυόδειαν.
Ὡς ἄρα φωνήσας, μύσταις ἔμπνευσ᾿ ἀγορεύων·
Πνεῦμα δέχνυσθ᾿ ἅγιον φαεσίμβροτον, ὑψιθόωκον·
Ὧν μέν ἀτασθαλίας θνητῶν ἀφέητ᾿ ἐπὶ γαῖαν,
Τοῖσιν ἦ που ἀφίενται ἐπ᾿ οὐρανὸν ἀστερόεντα,
Ὧν δ᾿ ἀρ᾿ ἐπεσβολίας ὑπερφιάλων κρατέητε,
Τοῖσιν ἁλυκτοπέδης κεῖναι σθεναρῶς κρατέονται.
Θωμᾶς δ᾿ ᾧ ἐπίκλησις ἅπασι Δίδυμος ἀκούειν,
Οὐχ ἅμα τοῖς ἄλλοις μύσταις πρίν ὁμώροφος ἔσκε,
Ἰησοῦς ὅτ᾿ ἔβη εἴσω μελάθροιο ἑταίρων.
Ἴαχον οὖν ἄλλοι τούτῳ ἐρίηρες ἑταῖροι·
Εἴδομεν ὀφθαλμοῖσιν Ἰησοῦν Παγκρατέοντα.
Τούς δ᾿ ἀπαμειβόμενος Θωμᾶς προσέφησεν ἀτειρής·
Ἴχνια ἥν μὴ ἴδω μετὰ χείρεσιν ἡλοτορήτῃς,
Δάκτυλον ἐμβάλω τε ἐκείνου ἔνδοθι χειρός,
Χεῖρά τ᾿ ἐμὴν εἴσω πλευρῆς οἱ ῥεῖα βαλοίμην,
Οὔποτε ὑμετέροισι λόγοις κεφαλῇ κατανεύσω.

Δεν υπάρχουν σχόλια :